Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 39.8 Dem. 39.11 (English) >>Dem. 39.15

39.10φέρε, εἰ δὲ κριτὴς καλοῖτο Μαντίθεος Μαντίου Θορίκιος, τί ἂν ποιοῖμεν; βαδίζοιμεν ἂν ἄμφω; τῷ γὰρ ἔσται δῆλον πότερον σὲ κέκληκεν ἐμέ; πρὸς Διός, ἂν δʼ ἀρχὴν ἡντινοῦν πόλις κληροῖ, οἷον βουλῆς, θεσμοθέτου, τῶν ἄλλων, τῷ δῆλος λαχὼν ἡμῶν ἔσται; πλὴν εἰ σημεῖον, ὥσπερ <ἂν> ἄλλῳ τινί, τῷ χαλκίῳ προσέσται· καὶ οὐδὲ τοῦθʼ ὁποτέρου ἐστὶν οἱ πολλοὶ γνώσονται. οὐκοῦν μὲν ἑαυτόν, ἐγὼ δʼ ἐμαυτὸν φήσω τὸν εἰληχότʼ εἶναι. 39.11λοιπὸν εἰς τὸ δικαστήριον ἡμᾶς εἰσιέναι. οὐκοῦν ἐφʼ ἑκάστῳ τούτων δικαστήριον ἡμῖν πόλις καθιεῖ, καὶ τοῦ μὲν κοινοῦ καὶ ἴσου, τοῦ τὸν λαχόντʼ ἄρχειν, ἀποστερησόμεθα, ἀλλήλους δὲ πλυνοῦμεν, καὶ τῷ λόγῳ κρατήσας ἄρξει. καὶ πότερʼ ἂν βελτίους εἴημεν τῶν ὑπαρχουσῶν δυσκολιῶν ἀπαλλαττόμενοι, καινὰς ἔχθρας καὶ βλασφημίας ποιούμενοι; ἃς πᾶσʼ ἀνάγκη συμβαίνειν, ὅταν ἀρχῆς τινος ἄλλου πρὸς ἡμᾶς αὐτοὺς ἀμφισβητῶμεν. 39.12τί δʼ, ἂν ἄρα (δεῖ γὰρ ἅπαντα ἡμᾶς ἐξετάσαι) ἅτερος ἡμῶν πείσας τὸν ἕτερον, ἐὰν λάχῃ, παραδοῦναι αὑτῷ τὴν ἀρχήν, οὕτω κληρῶται, τὸ δυοῖν πινακίοιν τὸν ἕνα κληροῦσθαι τί ἄλλʼ ἐστίν; εἶτʼ ἐφʼ θάνατον ζημίαν νόμος λέγει, τοῦθʼ ἡμῖν ἀδεῶς ἐξέσται πράττειν; “πάνυ γε· οὐ γὰρ ἂν αὐτὸ ποιήσαιμεν.” οἶδα κἀγώ, τὸ γοῦν κατʼ ἐμέ· ἀλλʼ οὐδʼ αἰτίαν τοιαύτης ζημίας ἐνίους ἔχειν καλόν, ἐξὸν μή.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 39.8 Dem. 39.11 (English) >>Dem. 39.15

Powered by PhiloLogic